με το βλέμμα του Πρίαμου για τα μάτια της Ελένης πάνω από τα τείχη μιας άδικης Τροίας
Προσφιλή μου τέκνο, την αποκαλεί ο βασιλιάς του Κακοϊλίου και την ρωτά για τον πελώριο Αγαμέμνονα, τον ασυναγώνιστο στο συμπυκνωμένο λόγο Οδυσσέα και τον δυνατό σαν κάστρο Αίαντα και εκείνη τους περιγράφει αναλυτικά.Κάτω από τα τείχη κατεβαίνει η ομίχλη του Νότου και οι στρατοί αντιμέτωποι στοχάζονται για πολλά. Οι μικροί άνθρωποι, οι Χόμπιτ Πυγμαίοι στον Ωκεανό τριγυρίζουν που τον θάνατο μοιράζει και σε μουρμουρητό βογκά . Δίνονται οι όρκοι και ένα ένα μαύρο και λευκό πρόβατο θυσιάζονται για την Γη και τον Ήλιο που τα πάντα ορά.Ο Οδυσσέας και ο Έκτωρ ορίζονται δίκαιοι επόπτες της μονομαχίας, το έδαφος καταμετρούν και ο κλήρος πέφτει στον Πάρη να ρίξει το έγχος πρώτος που τον ξανθό Μενέλαο ξυστά παίρνει και αστοχεί.
Γ Ιλιάδος 160 Ὣς ἄρ’ ἔφαν, Πρίαμος δ’ Ἑλένην ἐκαλέσσατο φωνῇ· δεῦρο πάροιθ’ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
190 Δεύτερον αὖτ’ Ὀδυσῆα ἰδὼν ἐρέειν’ ὁ γεραιός·
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
εὐρύτερος δ’ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
ὅς τ’ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
οὗτος δ’ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 200
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.
ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
ἤδη γὰρ καὶ δεῦρό ποτ’ ἤλυθε δῖος Ὀδυσσεὺς
σεῦ ἕνεκ’ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
ἀλλ’ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 210
ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
ἀλλ’ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
οὐδ’ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
ἀλλ’ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
σκῆπτρον δ’ οὔτ’ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ’ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
φαίης κε ζάκοτόν τέ τιν’ ἔμμεναι ἄφρονά τ’ αὔτως. 220
ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
οὐκ ἂν ἔπειτ’ Ὀδυσῆΐ γ’ ἐρίσσειε βροτὸς ἄλλος·
οὐ τότε γ’ ὧδ’ Ὀδυσῆος ἀγασσάμεθ’ εἶδος ἰδόντες.
22/01/2013 στο 18:09
υ Οδυσσείας στιχ.1 Αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς•
κὰμ μὲν ἀδέψητον βοέην στόρεσ’, αὐτὰρ ὕπερθεν
κώεα πόλλ’ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί.
Αυτά σκεπτόταν ο θείος Οδυσσεύς το βράδυ που κοιμήθηκε στον πρόδρομο του παλατιού του κάτω από προβιές, δέρματα πυκνόμαλλα προβάτων, «χρυσή αιγίδα» προστασία της Αθηνάς.