Εὐλόγησεν ποτὲ ὁ Θεὸς τὴν ἐκπόρνευσιν συζύγου; [23/01/2014]


Διατὶ κατακρίνεται ἡ ἐκπόρνευσις συζύγων ὅταν ὁ Θεὸς εὐλόγησεν ἐκείνην τῆς Σάρας;

Διαβᾶστε καὶ θαυμᾶστε!!! Ἡ μοιχεία ἀπαγορεύεται διότι λαμβάνει χώραν ἐν ἀγνοίᾳ τῶν συζύγων. Ἡ συστηματικὴ, ὅμως, μαστροπία τυγχάνει τῆς θείας εὐλογίας!!!

Ἰδοῦ τὰ ὀφέλη τοῦ Ἀβραὰμ ἐκ τῆς προσμίξεως τῆς Σάρας μετὰ τοῦ Φαραὼ.

Καὶ στὴν γαμήλιο τελετὴ οἱ παπάδες εὔχονται νὰ ἀποκτήσουν οἱ νεόνυμφοι τὰ ἀγαθά τοῦ ἈΒραὰμ. Αὐτὸ ποὺ δὲν λένε εἶναι τὴν μέθοδο τοῦ Ἀβραὰμ!!!

Γεν. 12,11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ· Γεν. 12,12, ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Γεν. 12,13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. Γεν. 12,14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν Ἅβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα, Γεν. 12,15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ· Γεν. 12,16 καὶ τῷ Ἅβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι. Γεν. 12,17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ. Γεν. 12,18 καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν; Γεν. 12,19 ἱνα τί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε. Γεν. 12,20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Ἅβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ. Γεν. 13,1 Ἀνέβη δὲ Ἅβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον. Γεν. 13,2 Ἅβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ.

Γεν. 19,30 Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ. Γεν. 19,31 εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ· Γεν. 19,32 δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Γεν. 19,33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἐν τῷ ἀναστῆναι. Γεν. 19,34 ἐγένετο δὲ ἐν τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Γεν. 19,35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἀναστῆναι. Γεν. 19,36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. Γεν. 19,37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ λέγουσα· ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας. Γεν. 19,38 ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμάν, λέγουσα· υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.

.

Αναγνώστης

Advertisements
Αναρτήθηκε στις ΑΙΡΕΤΙΚΑ. Leave a Comment »

Σχολιάστε

Συνδεθείτε για να δημοσιεύσετε το σχόλιο σας:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: